Αρχική > News > Το Ευαγγέλιο της Κυριακής 8 Μαρτίου 2020 (Κατά Ἰωάν. α΄ 44-52)

Το Ευαγγέλιο της Κυριακής 8 Μαρτίου 2020 (Κατά Ἰωάν. α΄ 44-52)

Τῷ καιρῷ ἐκείνῳ, ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. Καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ' ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Μετάφραση
Εκεῖνο τόν καιρό, ὁ Ἰησοῦς ἀποφάσισε νά πάει στή Γαλιλαία. Βρίσκει τότε τό Φίλιππο καί τοῦ λέει: «Ἔλα μαζί μου».Ὁ Φίλιππος καταγόταν ἀπό τή Βηθσαϊδά, τήν πατρίδα τοῦ Ἀνδρέα καί τοῦ Πέτρου.Βρίσκει ὁ Φίλιππος τό Ναθαναήλ καί τοῦ λέει: «Αὐτόν πού προανήγγειλε ὁ Μωυσῆς στό νόμο καί οἱ προφῆτες, τόν βρήκαμε· εἶναι ὁ Ἰησοῦς, ὁ γιός τοῦ Ἰωσήφ ἀπό τή Ναζαρέτ». «Μπορεῖ ἀπό τή Ναζαρέτ νά βγεῖ τίποτα καλό;» τόν ρώτησε ὁ Ναθαναήλ. «Ἔλα καί δές μόνος σου», τοῦ λέει ὁ Φίλιππος.Ὁ Ἰησοῦς εἶδε τό Ναθαναήλ νά πλησιάζει καί λέει γι΄ αὐτόν: «Νά ἕνας γνήσιος Ἰσραηλίτης, χωρίς δόλο μέσα του».«Ἀπό ποῦ μέ ξέρεις;» τόν ρωτάει ὁ Ναθαναήλ. Κι ὁ Ἰησοῦς τοῦ ἀπάντησε: «Προτοῦ σοῦ πεῖ ὁ Φίλιππος να ΄ρθεῖς, σέ εἶδα πού ἤσουν κάτω ἀπ΄ τή συκιά». Τότε ὁ Ναθαναήλ τοῦ εἶπε: «Διδάσκαλε, ἐσύ εἶσαι ὁ Υἱός τοῦ Θεοῦ, ἐσύ εἶσαι ὁ βασιλιάς τοῦ Ἰσραήλ».Κι ὁ Ἰησοῦς τοῦ ἀποκρίθηκε: «Ἐπειδή σοῦ εἶπα πώς σέ εἶδα κάτω ἀπό τή συκιά, γι΄ αὐτό πιστεύεις; Θά δεῖς μεγαλύτερα πράγματα ἀπ΄ αὐτά».Καί τοῦ λέει: «Σᾶς βεβαιώνω ὅτι σύντομα θά δεῖτε νά ἔχει ἀνοίξει ὁ οὐρανός, καί οἱ ἄγγελοι τοῦ Θεοῦ νά ἀνεβαίνουν καί νά κατεβαίνουν πάνω στόν Υἱό τοῦ Ἀνθρώπου».

https://www.despotato.eu/

©2010 orthmad.gr | Web development by Integrated ITDC