Αρχική > Tags > Εκκλησιαστικά

Εκκλησιαστικά

Το Ευαγγέλιο της Κυριακής 18 Ἀπριλίου 2021 (Ε΄ Κυριακή των Νηστειών) - Κατά Μάρκον Ι´ 32-45

Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ...

Το Ευαγγέλιο της Κυριακής 11 Ἀπριλίου 2021 (Δ΄ Κυριακή των Νηστειών) - Κατά Μάρκον θ΄ 17-31

Tῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ, γονυπετῶν αὐτῷ καὶ λέγων διδάσκαλε,· ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον. Kαὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ρήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν. Ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι;

Το Ευαγγέλιο της Κυριακής 4 Ἀπριλίου 2021 (τῆς Σταυροπροσκυνήσεως) - Κατά Μάρκον η΄ 34 – θ΄ 1

Εἶπεν ὁ Κύριος ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ;

Το Ευαγγέλιο της Κυριακής 28 Μαρτίου 2021 (Β΄ Κυριακή των Νηστειών - Γρηγορίου του Παλαμά) - Κατά Μάρκον Β΄ 1-12

Καὶ εἰσῆλθε πάλιν εἰς Καπερναοὺμ δι’ ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι. Καὶ εὐθέως συνήχθησαν πολλοὶ, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. Καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων. Καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ἐφ’ ᾧ ὁ παραλυτικὸς κατέκειτο.

Το Ευαγγέλιο της Κυριακής 21 Μαρτίου 2021 (Κυριακή Α΄ των Νηστειών - Της Ορθοδοξίας) - Κατά Ιωάννην Α΄ 44-52

Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;

Κυριακὴ τῆς Τυρινῆς

Κυριακὴ τῆς Τυρινῆς σήμερα, ἡμέρα κατὰ τὴν ὁποία ἡ ἁγία μας Ἐκκλησία μᾶς ὑπενθυμίζει τὴν ἔξωση τοῦ Ἀδὰμ ἀπὸ τὸν Παράδεισο. Γιατί ὅμως ἐξορίστηκε ὁ ἄνθρωπος ἀπὸ τὸν Παράδεισο; Διότι καταπάτησε τὴν ἐντολὴ τῆς νηστείας· ἔφαγε ἀπὸ τὸ δένδρο τῆς γνώσεως τοῦ καλοῦ καὶ τοῦ κακοῦ...

Το Ευαγγέλιο της Κυριακής 14 Μαρτίου 2021 (Κυριακή της Τυρινής) - Κατά Ματθαίον Ϛ´ 14 - 21

Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.

Το Ευαγγέλιο της Κυριακής 7 Μαρτίου 2021 (τῆς Ἀπόκρεω) - Κατά Ματθ. κε΄ 31-46

Eἶπεν ὁ Κύριος· ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάν­τες οἱ ἅγιοι ἄγγελοι μετ᾿ αὐ­τοῦ, τότε καθίσει ἐπὶ θρόνου ­δόξης αὐ­τοῦ, καὶ συναχθή­σεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐ­­­τοὺς ἀπ᾿ ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν ­πρόβατα ἐκ δε­ξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.

Το Ευαγγέλιο της Κυριακής 28 Φεβρουαρίου 2021 (Κυριακή του Ασώτου) - Κατά Λουκάν ιε΄ 11-32

Εἶπε δέ· Ἄνθρωπός τις εἶχε δύο υἱούς. Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. καὶ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. Δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.

Το Τριώδιο

Κυριακή του Τελώνου και του Φαρισαίου, με τη βοήθεια του Θεού, αρχίζουμε το Τριώδιο. Πολλοί από τους θεοφόρους Πατέρες μας, που κατείχαν την τέχνη της μουσικής, φωτιζόμενοι από το Άγιο Πνεύμα μελοποίησαν εξαίρετα και όπως έπρεπε τις ωδές του Τριωδίου.
Πρώτος επινόησε το τριώδιο, δηλαδή κανόνα με τρεις ωδές, ο μεγάλος ποιητής Κοσμάς για την αγία και μεγάλη εβδομάδα των Παθών του Κυρίου μας Ιησού Χριστού...

©2010 orthmad.gr | Web development by Integrated ITDC